Φόρτωση Εκδηλώσεις

« Όλες οι Εκδηλώσεις

  • Αυτή η εκδήλωση έχει τελειώσει.

Θεία Λειτουργία-Άγιοι Κωνσταντίνος και Ελένη οι Ισαπόστολοι

21 Μαΐου, 2023 @ 7:00 πμ - 10:00 πμ

Ὡς κοινὸν εἶχον γῆς Βασιλεῖς τὸ στέφος,
Ἔχουσι κοινὸν καὶ τὸ τοῦ πόλου στέφος.

Ξύνθανε μητέρι εἰκάδι πρώτῃ Κωνσταντῖνος.

Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν, Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρὶ σου παρέθετο· ἣν περίσωζε διὰ παντὸς ἐν εἰρήνη, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.

Έτερον Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Πρῶτος πέφηνας, ἐν Βασιλεῦσι, θεῖον ἕδρασμα, τῆς εὐσεβείας, ἀπ’ οὐρανοῦ δεδεγμένος τὸ χάρισμα· ὅθεν Χριστοῦ τὸν Σταυρὸν ἐφανέρωσας, καὶ τὴν Ὀρθόδοξον πίστιν ἐφήπλωσας. Κωνσταντῖνε Ἰσαπόστολε, σὺν Μητρὶ Ἑλένῃ τῇ θεόφρονι, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Κωνσταντῖνος σήμερον, σὺν τῇ μητρὶ τῇ Ἑλένη, τὸν Σταυρὸν ἐμφαίνουσι, τὸ πανσεβάσμιον ξύλον, πάντων μὲν τῶν Ἰουδαίων αἰσχύνην ὄντα, ὅπλον δὲ πιστῶν, ἀνάκτων κατ᾽ ἐναντίων, δι᾽ ἡμᾶς γὰρ ἀνεδείχθη, σημεῖον μέγα, καὶ ἐν πολέμοις φρικτόν.

Λεπτομέρειες

Ημερομηνία:
21 Μαΐου, 2023
Ώρα:
7:00 πμ - 10:00 πμ
Κατηγορία Εκδήλωση:

Χώρος Διεξαγωγής

Ιερά Μονή Τιμίου Προδρόμου